Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.37.2 Hdt. 5.39.2 (English) >>Hdt. 5.41.2

5.38.2 τυράννων μέν νυν κατάπαυσις ἐγίνετο ἀνὰ τὰς πόλιας, Ἀρισταγόρης δὲ Μιλήσιος ὡς τοὺς τυράννους κατέπαυσε, στρατηγοὺς ἐν ἑκάστῃ τῶν πολίων κελεύσας ἑκάστους καταστῆσαι, δεύτερα αὐτὸς ἐς Λακεδαίμονα τριήρεϊ ἀπόστολος ἐγίνετο· ἔδεε γὰρ δὴ συμμαχίης τινός οἱ μεγάλης ἐξευρεθῆναι.

ch. 39 5.39.1 τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν Λέοντος οὐκέτι περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε, Κλεομένης δὲ Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην, οὐ κατʼ ἀνδραγαθίην σχὼν ἀλλὰ κατὰ γένος. Ἀναξανδρίδῃ γὰρ ἔχοντι γυναῖκα ἀδελφεῆς ἑωυτοῦ θυγατέρα, καὶ ἐούσης ταύτης οἱ καταθυμίης, παῖδες οὐκ ἐγίνοντο. 5.39.2 τούτου δὲ τοιούτου ἐόντος, οἱ ἔφοροι εἶπαν ἐπικαλεσάμενοι αὐτὸν· “εἴ τοι σὺ σεωυτοῦ μὴ προορᾷς, ἀλλʼ ἡμῖν τοῦτʼ ἐστὶ οὐ περιοπτέον, γένος τὸ Εὐρυσθένεος γενέσθαι ἐξίτηλον. σύ νυν τὴν μὲν ἔχεις γυναῖκα, ἐπείτε τοι οὐ τίκτει, ἔξεο, ἄλλην δὲ γῆμον· καὶ ποιέων ταῦτα Σπαρτιήτῃσι ἁδήσεις.” δʼ ἀμείβετο φὰς τούτων οὐδέτερα ποιήσειν, ἐκείνους τε οὐ καλῶς συμβουλεύειν παραινέοντας, τὴν ἔχει γυναῖκα ἐοῦσαν ἀναμάρτητον ἑωυτῷ, ταύτην ἀπέντα ἄλλην ἐσαγαγέσθαι· οὐδέ σφι πείσεσθαι.

ch. 40 5.40.1 πρὸς ταῦτα οἱ ἔφοροι καὶ οἱ γέροντες βουλευσάμενοι προσέφερον Ἀναξανδρίδῃ τάδε· “ἐπεὶ τοίνυν τοι περιεχόμενόν σε ὁρῶμεν τῆς ἔχεις γυναικός, σὺ δὲ ταῦτα ποίεε, καὶ μὴ ἀντίβαινε τούτοισι, ἵνα μή τι ἀλλοῖον περὶ σεῦ Σπαρτιῆται βουλεύσωνται·



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.37.2 Hdt. 5.39.2 (English) >>Hdt. 5.41.2

Powered by PhiloLogic